Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.16 Joseph. AJ 2.21 (English) >>Joseph. AJ 2.26

2.19 δὲ ὑπὸ τῆς ἀγνοίας καὶ τοῦ μηδὲ ἀπὸ τῶν ποιμνίων πρὸς αὐτὸν ἀφικέσθαι τινὰ τὸν περὶ τῶν παίδων αὐτῷ τἀληθὲς σημαίνειν δυνάμενον, σκυθρωπότερον τὴν περὶ αὐτῶν διάνοιαν λαμβάνων καὶ περιδεὴς ὢν πέμπει τὸν Ἰώσηπον εἰς τὰ ποίμνια μαθησόμενον τὰ περὶ τῶν ἀδελφῶν καὶ τί πράττοιεν σημανοῦντα. 2.20

Οἱ δὲ τὸν ἀδελφὸν ὡς εἶδον πρὸς αὐτοὺς ἀφιγμένον, ἥσθησαν μέν, ἀλλʼ οὐχ ὡς ἐπʼ οἰκείου παρουσίᾳ καὶ πατρὸς ἀπεσταλκότος, ἀλλʼ ὡς ἐπʼ ἐχθροῦ καὶ ταῖς χερσὶν αὐτῶν κατὰ θείαν βούλησιν παραδοθέντος, ἀναιρεῖν τε ἤδη καὶ μὴ τὸν ἐν ποσὶν ὑπερβαλέσθαι καιρὸν ὡρμήκεσαν. 2.21οὕτως δʼ αὐτοὺς Ῥουβῆλος ὁρῶν ἔχοντας πρεσβύτατος αὐτῶν καὶ πρὸς τὴν πρᾶξιν ὡμονοηκότας ἐπειρᾶτο κατέχειν ὑποδεικνὺς τὸ μέγεθος τοῦ τολμήματος καὶ τὸ ἐπʼ αὐτῷ μύσος, 2.22ὡς πονηρὸν μὲν καὶ θεῷ καὶ ἀνθρώποις ἀνόσιον δοκοῦν καὶ τὸ μὴ συγγενοῦς ἀνθρώπου χειρουργῆσαι φόνον, πολὺ μέντοι μιαρώτερον τὸ σφαγὴν ἀδελφοῦ δράσαντας ὀφθῆναι, πατήρ τε ἀναιρουμένῳ συναδικεῖται καὶ μήτηρ εἰς πένθος καὶ παιδὸς ἀποστέρησιν οὐ κατʼ ἀνθρώπινον γενομένην νόμον συγκατασπᾶται. 2.23τούτων οὖν αὐτῶν αἰδῶ λαβόντας καὶ τῷ λογισμῷ τί καὶ πείσονται τεθνηκότος αὐτοῖς παιδὸς ἀγαθοῦ καὶ νεωτάτου παραθεμένους ἀποσχέσθαι τοῦ τολμήματος παρεκάλει καὶ τὸν θεὸν δείσαντας, ὃς θεατὴς ἅμα καὶ μάρτυς ἤδη καὶ τῆς βουλῆς αὐτῶν τῆς ἐπὶ τὸν ἀδελφὸν γεγενημένος ἀποστάντας μὲν τῆς πράξεως ἀγαπήσει μετανοίᾳ καὶ τῷ σωφρονεῖν εἴξαντας,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.16 Joseph. AJ 2.21 (English) >>Joseph. AJ 2.26

Powered by PhiloLogic